
1 - ἀκουστὸν δὲ ἐγένετο
τοῖς ἀποστόλοις καὶ τοῖς ἀδελφοῖς
- τοῖς ἐν τῇ Ἰουδαία -
ὅτι καὶ τὰ ἔθνη ἐδέξατο τὸν λόγον τοῦ θεοῦ.
2 ὁ μὲν οὖν Πέτρος διὰ ἱκανοῦ χρόνου
ἠθέλησεν πορευθῆναι εἰς Ἱεροσόλυμα·
καὶ προσφωνήσας τοὺς ἀδελφοὺς
καὶ ἐπιστηρίξας αὐτοὺς πολὺν λόγον
ποιούμενος διὰ τῶν χωρῶν
διδάσκων αὐτούς ὃς καὶ κατήντησεν αὐτοῖς
καὶ ἀπήγγειλεν αὐτοῖς τὴν χάριν τοῦ θεοῦ.
οἱ δὲ ἐκ περιτομῆς ἀδελφοὶ διεκρίνοντο
πρὸς αὐτὸν 3 λέγοντες
ὅτι Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας
καὶ συνέφαγες σὺν αὐτοῖς.
4 ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς
τὰ καθεξῆς λέγων,
5 Ἐγὼ ἤμην ἐν Ἰόππῃ πόλει προσευχόμενος
καὶ εἶδον [.] ἐκστάσει ὅραμα,
καταβαῖνον σκεῦός τι
ὡς ὀθόνην μεγάλην τέτρασιν ἀρχαῖς
καθιεμένην ἐκ τοῦ οὐρανοῦ,
καὶ ἦλθεν ἕως ἐμοῦ:
6 εἰς ἣν ἀτενίσας κατενόουν
καὶ εἶδον [.] τετράποδα τῆς γῆς
καὶ τὰ θηρία καὶ [.] ἑρπετὰ
καὶ [.] πετεινὰ τοῦ οὐρανοῦ.
7 καὶ ἤκουσα φωνὴν λεγούσαν μοι,
Ἀνάστα, Πέτρε, θῦσον καὶ φάγε.
8 εἶπα δέ, Μηδαμῶς, κύριε,
ὅτι κοινὸν ἢ ἀκάθαρτον
οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
9 ἐγένετο [.] φωνὴ [..] ἐκ τοῦ οὐρανοῦ πρὸς με,
Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
10 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς,
καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν.
11 καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες
ἐπέστησαν ἐπὶ τὴν οἰκίαν
ἐν ἧ ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαραίας πρός με.
12 εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς [..].
ἦλθον [.] σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι,
καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός:
13 ἀπήγγειλεν δὲ ἡμῖν
πῶς εἶδεν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα
καὶ εἰπόντα, Ἀπόστειλον εἰς Ἰόππην
καὶ μετάπεμψαι Σίμωνα
τὸν ἐπικαλούμενον Πέτρον,
14 ὃς λαλήσει ῥήματα πρὸς σὲ
ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
15 ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν αὐτοῖς
ἐπέσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ' αὐτοῖς
ὥς καὶ ἐφ' ἡμᾶς ἐν ἀρχῇ.
16 ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ Κυρίου ὡς ἔλεγεν,
Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι,
ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ.
17 εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς [.]
ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν Κν Ἰησοῦν Χριστόν,
ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν
τοῦ μη δοῦναι αὐτοῖς πνεῦμα ἅγιον
πιστεύσασιν ἐπ' αὐτῷ;
18 ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν
καὶ ἐδόξαν τὸν θεὸν λέγοντες,
Ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς
[.] μετάνοιαν εἰς ζωὴν ἔδωκεν.
19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως
τῆς γενομένης ἀπὸ τοῡ Στεφάνου
διῆλθον ἕως Φοινίκης
καὶ Κύπρου καὶ Ἀντιοχείας,
μηδενὶ τὸν λόγον λαλοῦντες
εἰ μὴ μόνοις Ἰουδαίοις.
20 ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι
καὶ Κυρηναῖοι,
οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν
ἐλάλουν [.] πρὸς τοὺς Ἑλληνάς,
εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν Χρίστον.
21 ἦν δὲ χεὶρ Κυρίου μετ' αὐτῶν,
πολύς τε ἀριθμὸς [,] πιστεύσας
ἐπέστρεψεν ἐπὶ τὸν Κύριον.
22 ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας
τῆς [.] ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν,
καὶ ἐξαπέστειλαν Βαρναβᾶν
διελθεῖν ἕως τῆς Ἀντιοχείας:
23 ὃς καὶ παραγενόμενος
καὶ ἰδὼν τὴν χάριν τοῦ θεοῦ ἐχάρη
καὶ παρεκάλει πάντας
τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ,
24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς
καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως.
καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.
25 ἀκούσας δὲ ὅτι Σαῦλος ἐστιν εἰς Θαρσὸν
ἐξῆλθεν ἀναζητῶν αὐτὸν,
26 καὶ ὡς συντυχὼν παρεκάλεσεν
ἐλθεῖν εἰς Ἀντιόχειαν.
οἵτινες παραγενόμενοι ἐνιαυτὸν ὅλον
συνεχύθησαν [..] ὄχλον ἱκανόν,
καὶ τότε πρῶτον ἐχρημάτισαν ἐν Ἀντιοχείᾳ
οἱ μαθηταὶ Χρειστιανοί
27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις
κατῆλθον ἀπὸ Ἱεροσολύμων
προφῆται εἰς Ἀντιόχειαν:
ἦν δὲ πολλὴ ἀγαλλίασις·
28 συνεστραμμένων δὲ ἡμῶν
ἔφη εἷς ἐξ αὐτῶν ὀνόματι Αγαβος
σημένων διὰ τοῦ πνεύματος
λιμὸν μέγαν μέλλειν ἔσεσθαι
ἐφ' ὅλην τὴν οἰκουμένην:
- ἥτις ἐγένετο ἐπὶ Κλαυδίου.
29 οἱ δὲ μαθηταὶ καθὼς εὐπορούντο [.] ὥρισαν
ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι
τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς:
30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες
πρὸς τοὺς πρεσβυτέρους
διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.