
Texte grec, versets 1 à 13, les pages sont lacunaires; du v 4 à 13, la traduction suit le Latin correspondant.
14 πᾶν κοινὸν ἢ ἀκάθαρτον.
15 [.] φωνήσας δὲ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν·
Ἃ ὁ Θεὸς ἐκαθάρισεν σοὶ μὴ κοίνου.
16 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς,
καὶ [.] ἀνελήμφθη πάλιν τὸ σκεῦος εἰς τὸν οὐρανόν.
17 Ὡς δὲ ἐν ἑαυτῷ ἐγένετο διηπόρει ὁ Πέτρος
τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν,
καὶ ἰδοὺ οἱ ἄνδρες
οἱ ἀπεσταλμένοι ἀπὸ Κορνηλίου
ἐπερωτήσαντες τὴν οἰκίαν Σίμωνος
ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
18 καὶ φωνήσαντες ἐπυνθάνοντο
εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος
ἐνθάδε ξενίζεται.
19 τοῦ δὲ Πέτρου διενθυμουμένου
περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ Πνεῦμα·
Ἰδοὺ ἄνδρες [.] ζητοῦσίν σε·
20 ἀλλὰ ἀναστὰς κατάβηθι
καὶ πορεύου σὺν αὐτοῖς
μηδὲν διακρινόμενος,
ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς.
21 Τότε καταβὰς ὁ Πέτρος
πρὸς τοὺς ἄνδρας εἶπεν·
Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε·
τί θέλεται ἢ τίς ἡ αἰτία δι' ἣν πάρεστε;
22 οἱ δὲ εἶπον πρὸς αὐτὸν·
Κορνήλιός τις ἑκατοντάρχης,
ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεὸν,
μαρτυρούμενός τε
ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων,
ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου
μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ
καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
23 Τότε εἰσαγαγὼν ὁ Πέτρος ἐξένισεν αὐτοὺς .
Τῇ δὲ ἐπαύριον ἀναστὰς
ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν
[.] ἀπὸ [.] Ἰόππης συνῆλθαν αὐτῷ,
24 τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς [.] Καισάρειαν.
ὁ δὲ Κορνήλιος ἦν προσδεχόμενος αὐτούς
καὶ συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ
καὶ τοὺς ἀναγκαίους φίλους περιέμεινεν.
25 προσεγγίζοντος δὲ τοῦ Πέτρου
εἰς τὴν Καισαρίαν
προδραμὼν εἷς τῶν δούλων
διεσάφησεν παραγεγονέναι αὐτὸν.
ὁ δὲ Κορνήλιος ἐκπηδήσας
καὶ συναντήσας αὐτῷ [.]
πεσὼν πρὸς τοὺς πόδας προσεκύνησεν αὐτῷ.
26 ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων·
τί ποιεῖς · κἀγὼ [.] ἄνθρωπός εἰμι ὡς καὶ σὺ .
27 καὶ [.] εἰσελθών τε καὶ εὗρεν
συνεληλυθότας πολλούς,
28 ἔφη τε πρὸς αὐτούς·
Ὑμεῖς βέλτιον ἐπίστασθε
ὡς ἀθέμιστόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι
ἢ προσέρχεσθαι ἀνδρὶ ἀλλοφύλῳ·
καὶ ἐμοὶ ὁ Θεὸς ἐπέδειξεν μηδένα κοινὸν
ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·
29 διὸ καὶ ἀναντιρρήτως ἦλθον
μεταπεμφθείς ὑφ᾽ ὑμῶν.
πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με;
30 καὶ ὁ Κορνήλιος ἔφη· Ἀπὸ τῆς τίρτης ἡμέρας
μέχρι [.] τῆς ἄρτι ὥρας ἤμην νηστεύων,
τὴν ἐνάτην τε προσευχόμενος ἐν τῷ οἴκῳ μου·
καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου
ἐν ἐσθῆτι λαμπρᾷ 31 καὶ φησιν· Κορνήλιε,
εἰσηκούσθη σου ἡ προσευχὴ
καὶ αἱ ἐλεημοσύναι σου
ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ.
32 πέμψον οὖν εἰς Ἰόππην
καὶ μετακάλεσαι Σίμωνα
ὃς ἐπικαλεῖται Πέτρος·
οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος
βυρσέως παρὰ θάλασσαν·
ὃς παραγενόμενος λαλήσει σοι.
33 ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ,
παρακαλῶν ἐλθεῖν σε πρὸς ἡμᾶς
σύ δὲ καλῶς ἐποίησας ἐν τάχει παραγενόμενος.
νῦν ἰδοὺ πάντες ἡμεῖς
ἐνώπιον σου [.] ἀκοῦσαι βουλόμενοι παρὰ σοῦ
[.] τὰ προστεταγμένα σοι ἀπὸ τοῦ Θεοῦ.
34 Ἀνοίξας δὲ τὸ στόμα [.] Πέτρος εἶπεν·
Ἐπ' ἀληθείας καταλαμβανόμενος
ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός,
35 ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν
καὶ ἐργαζόμενος δικαιοσύνην
δεκτὸς αὐτῷ ἐστι.
36 τὸν γὰρ λόγον ὃν ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ
εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ·
οὗτός ἐστι πάντων Κύριος·
37 ὑμεῖς οἴδατε τὸ γενόμενον [.]
καθ' ὅλης[.]Ἰουδαίας,
ἀρξάμενος γὰρ ἀπὸ τῆς Γαλιλαίας
μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάνης,
38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὃν ἔχρισεν [.] ὁ Θεὸς
ἁγίῳ Πνεύματι καὶ δυνάμει,
οὗτος διῆλθεν εὐεργετῶν
καὶ εἰώμενας πάντας
τοὺς καταδυναστευθέντας ὑπὸ τοῦ διαβόλου,
ὅτι ὁ Θεὸς ἦν μετ' αὐτοῦ·
39 καὶ ὑμεῖς μάρτυρες αὐτοῦ
ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων
καὶ Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλαν
κρεμάσαντες ἐπὶ ξύλου.
40 τοῦτον ὁ Θεὸς ἤγειρεν μετὰ τὴν τρίτην ἡμέραν
καὶ ἔδωκεν αὐτῷ ἐνφανῆ γενέσθαι,
41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς
προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν,
οἵτινες συνεφάγομεν
καὶ συνεπίομεν αὐτῷ καὶ συνανεστράφημεν
μετὰ τὸ ἀναστῆναι [.] ἐκ νεκρῶν ἡμέρας -μ-·
42 καὶ ἐνετείλατο ἡμῖν κηρύξαι τῷ λαῷ
καὶ διαμαρτύρασθαι
ὅτι οὗτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς
ζώντων καὶ νεκρῶν.
43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν.
ἄφεσιν ἁμαρτιῶν λαβεῖν
διὰ τοῦ ὀνόματος αὐτοῦ
πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα
ἔπεσεν τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας
τοὺς ἀκούοντας τὸν λόγον. 45 καὶ ἐξέστησαν
οἱ ἐκ περιτομῆς πιστοὶ
ὅσοι συνῆλθον τῷ Πέτρῳ,
ὅτι καὶ ἐπὶ τὰ ἔθνη
ἡ δωρεὰ τοῦ Πνεύματος [.] ἁγίου ἐκκέχυται·
46 ἤκουον γὰρ αὐτῶν λαλούντων
[γλώσσαις καὶ μεγαλυνόντων τὸ]ν Θεόν.
εἶπεν δὲ ὁ Πέτρος·
47 Μήτι τὸ ὕδωρ κωλῦσαι τις δύναταί
τοῦ μὴ βαπτισθῆναι αὐτοὺς,
οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον
ὥσπερ καὶ ἡμεῖς;
48 Τότε προσέταξεν αὐτοὺς βαπτισθῆναι
ἐν τῷ ὀνόματι τοῦ Κυ Ιηυ Χυ.
τότε παρεκάλεσαν αὐτὸν πρὸς αὐτοὺς διαμεῖναι
ἡμέρας τινάς.