ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ Ι, Codex Bezae Cantabrigiensis




1 - Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην
περὶ πάντων, ὦ Θεόφιλε,
ὧν ἤρξατο [.] Ἰησοῦς ποιεῖν τε
καὶ διδάσκειν 2 ἄχρι ἧς ἡμέρας
ἀνελήμφθη ἐντειλάμενος τοῖς ἀποστόλοις
διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο καὶ ἐκέλευσε
κηρύσσειν τὸ εὐαγγέλιον

3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα
μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις,
τεσσεράκοντα[.] ἡμερῶν
ὀπτανόμενοις αὐτοῖς καὶ λέγων
τὰς περὶ τῆς βασιλείας τοῦ θεοῦ.
4 καὶ συναλισκόμενος μετ᾿ αὐτῶν
παρήνγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων
μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν
τὴν ἐπαγγελίαν τοῦ πατρὸς
ἣν ἠκούσα[τέ] [.] φησίν διὰ τοῦ στόματός μου:
5 ὅτι Ἰωάνης μὲν ἐβάπτισεν ὕδατι,
ὑμεῖς δὲ ἐν πνεύματιἁγίῳ βαπτισθήσεσθε
καὶ ὃ μέλλεται λαμβάνειν
οὐ μετὰ πολλὰς ταύτας ἡμέρας
ἕως τῆς πεντηκοστῆς.
6 Οἱ μὲν οὖν συνελθόντες
ἐπηρώτων αὐτὸν λέγοντες,
Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ
ἀποκαταστάνεις εἰς τὴν βασιλείαν τοῦ Ἰσραήλ;
7 καὶ εἶπεν πρὸς αὐτούς,
Οὐχ ὑμῶν ἐστιν γνῶναι
χρόνους ἢ καιροὺς
οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ:
8 ἀλλὰ λήμψεσθε δύναμιν
ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ' ὑμᾶς,
καὶ ἔσεσθέ μου μάρτυρες

ἔν τε Ἰερουσαλὴμ
καὶ [.] πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρίᾳ
καὶ ἕως ἐσχάτου τῆς γῆς.
9 καὐτὰ εἰπόντος αὐτοῦ [....]
νεφέλη ὑπέβαλεν αὐτὸν
καὶ ἀπήρτθη ἀπὸ [.] ὀφθαλμῶν αὐτῶν.
10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν
πορευομένου αὐτοῦ,
καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς
ἐν ἐσθῆτι λευκῇ, 11 οἳ καὶ εἶπαν,
Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε
ἐμβλέποντες εἰς τὸν οὐρανόν;
οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ' ὑμῶν
[...] οὕτως ἐλεύσεται
ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον
εἰς τὸν οὐρανόν.
12 Τότε ὑπέστρεψαν εἰς Εἰερουσαλὴμ
ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος,
ὅ ἐστιν ἐνγὺς Ἰερουσαλὴμ
σαββάτου ἔχον ὁδόν.
13 καὶ ὅτε εἰσῆλθεν,ἀνέβησαν εἰς τὸ ὑπερῷον
οὗ ἦσαν καταμένοντες,
ὅ τε Πέτρος καὶ Ἰωάνης
[τ]ε Ἰάκωβος καὶ Ἀνδρέας,
Φίλιππος καὶ Θωμᾶς,
Βαρθολομαῖος καὶ Μαθθαῖος,
Ἰάκωβος ὁ τοῦ Ἁλφαίου
[.] Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες
ὁμοθυμαδὸν τῇ προσευχῇ
σὺν ταῖς γυναιξὶνκαὶ τέκνοις
καὶ Μαρία [.] μητρὶ τοῦ Ἰησοῦ
καὶ τοῖς ἀδελφοῖς αὐτοῦ.

15 Ἐν δὲ ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος
ἐν μέσῳ τῶν μαθητῶν εἶπεν
ἦν γὰρ ὁ ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς -ρκ-,
16 Ἄνδρες ἀδελφοί,δεῖ πληρωθῆναι
τὴν γραφὴν ταύτην ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον
διὰ στόματος Δαυὶδ περὶ Ἰούδα
τοῦ γενομένου ὁδηγοῦ
τοῖς συλλαβοῦσιν τὸν Ἰησοῦν,
17 ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν
ὃς ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.
18 Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ
τῆς ἀδικίας αὐτοῦ,
καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος,
καὶ ἐξεχύθη πάντα τὰ σπλάνχνα αὐτοῦ.
19 καὶ γνωστὸν ἐγένετο πᾶσιν
τοῖς κατοικοῦσιν Ἰερουσαλήμ,
ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο
τῇ [.] διαλέκτῳ αὐτῶν Ἁκελδαιμάχ,
τοῦτ' ἔστιν, Χωρίον Αἵματος.
20 Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν,
Γενηθήτων [.] ἔπαυλις αὐτοῦ ἔρημος
καὶ μὴ ὁ κατοικῶν ἐν αὐτῇ,
καί, τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.
21 δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν
ἐν παντὶ τῷ χρόνῳ
ὡς εἰσῆλθεν καὶ ἐξῆλθεν
ἐφ' ἡμᾶς ὁ κύριος Ἰησοῦς Χριστός, 22 ἀρξάμενος
ἀπὸ τοῦ βαπτίσματος Ἰωάνου
ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη
ἀφ' ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ
σὺν ἡμῖν γενέσθαι ἕνα τούτων.
23 καὶ ἔστησεν δύο, Ἰωσὴφ
τὸν καλούμενον Βαρνάβαν,

ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν.
24 καὶ προσευξάμενοι εἶπαν,
[.] κύριε, καρδιογνῶστα πάντων,
ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο [.]
25 ἀναλαβεῖν τόπον τὸν τῆς διακονίας ταύτης
καὶ ἀποστολῆς,
ἀφ' ἧς παρέβη Ἰούδας
πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
26 καὶ ἔδωκαν κλήρους αὐτῶν,
καὶ ἔπεσεν[.] κλῆρος ἐπὶ Μαθθίαν,
καὶ συνεψηφίσθη μετὰ τῶν δώδεκα ἀποστόλων.